Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.52.7 | Hdt. 3.53.5 (English) | >>Hdt. 3.55.2 |
3.53.3 ἀπικομένης δὲ ταύτης καὶ λεγούσης · “ὦ παῖ , βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν ; ἄπιθι ἐς τὰ οἰκία , παῦσαι σεωυτὸν ζημιῶν .
3.53.4 φιλοτιμίη κτῆμα σκαιόν . μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ . πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι , πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον . τυραννὶς χρῆμα σφαλερόν , πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι , ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς · μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι .”
3.53.5 ἡ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν · ὁ δὲ ὑποκρινάμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον , ἔστʼ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα .
3.53.6 ἀπαγγειλάσης δὲ ταύτης ταῦτα , τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν , ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος .
3.53.7 καταινέσαντος δὲ ἐπὶ τούτοισι τοῦ παιδός , ὁ μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν , ὁ δὲ παῖς οἱ ἐς τὴν Κόρινθον . μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα , ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται , κτείνουσι τὸν νεηνίσκον . ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο .
ch. 54
3.54.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.52.7 | Hdt. 3.53.5 (English) | >>Hdt. 3.55.2 |